Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.91.2 | Hdt. 6.92.3 (English) | >>Hdt. 6.95.2 |
6.92.1
ταῦτα μέν νυν σφέας αὐτοὺς οἱ Αἰγινῆται ἐργάσαντο , Ἀθηναίοισι δὲ ἥκουσι ἐναυμάχησαν νηυσὶ ἑβδομήκοντα , ἑσσωθέντες δὲ τῇ ναυμαχίῃ ἐπεκαλέοντο τοὺς αὐτοὺς καὶ πρότερον , Ἀργείους . καὶ δή σφι οὗτοι μὲν οὐκέτι βοηθέουσι , μεμφόμενοι ὅτι Αἰγιναῖαι νέες ἀνάγκῃ λαμφθεῖσαι ὑπὸ Κλεομένεος ἔσχον τε ἐς τὴν Ἀργολίδα χώρην καὶ συναπέβησαν Λακεδαιμονίοισι , συναπέβησαν δὲ καὶ ἀπὸ Σικυωνιέων νεῶν ἄνδρες τῇ αὐτῇ ταύτῃ ἐσβολῇ ·
6.92.2 καί σφι ὑπʼ Ἀργείων ἐπεβλήθη ζημίη χίλια τάλαντα ἐκτῖσαι , πεντακόσια ἑκατέρους . Σικυώνιοι μέν νυν συγγνόντες ἀδικῆσαι ὡμολόγησαν ἑκατὸν τάλαντα ἐκτίσαντες ἀζήμιοι εἶναι , Αἰγινῆται δὲ οὔτε συνεγινώσκοντο ἦσάν τε αὐθαδέστεροι . διὰ δὴ ὦν σφι ταῦτα δεομένοισι ἀπὸ μὲν τοῦ δημοσίου οὐδεὶς Ἀργείων ἔτι ἐβοήθεε , ἐθελονταὶ δὲ ἐς χιλίους · ἦγε δὲ αὐτοὺς στρατηγὸς ἀνὴρ ᾧ οὔνομα Εὐρυβάτης , ἀνὴρ πεντάεθλον ἐπασκήσας .
6.92.3 τούτων οἱ πλεῦνες οὐκ ἀπενόστησαν ὀπίσω , ἀλλʼ ἐτελεύτησαν ὑπʼ Ἀθηναίων ἐν Αἰγίνῃ · αὐτὸς δὲ ὁ στρατηγὸς Εὐρυβάτης μουνομαχίην ἐπασκέων τρεῖς μὲν ἄνδρας τρόπῳ τοιούτῳ κτείνει , ὑπὸ δὲ τοῦ τετάρτου Σωφάνεος τοῦ Δεκελέος ἀποθνῄσκει .
ch. 93
6.93.1
ch. 94
6.94.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.91.2 | Hdt. 6.92.3 (English) | >>Hdt. 6.95.2 |